previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[496α] σκόπει. νοσεῖ που ἄνθρωπος ὀφθαλμούς, ὄνομα ὀφθαλμία;

Καλλίκλης
πῶς γὰρ οὔ;

Σωκράτης
οὐ δήπου καὶ ὑγιαίνει γε ἅμα τοὺς αὐτούς;

Καλλίκλης
οὐδ᾽ ὁπωστιοῦν.

Σωκράτης
τί δὲ ὅταν τῆς ὀφθαλμίας ἀπαλλάττηται; ἆρα τότε καὶ τῆς ὑγιείας ἀπαλλάττεται τῶν ὀφθαλμῶν καὶ τελευτῶν ἅμα ἀμφοτέρων ἀπήλλακται;

Καλλίκλης
ἥκιστά γε.

Σωκράτης
θαυμάσιον γὰρ [496β] οἶμαι καὶ ἄλογον γίγνεται: γάρ;

Καλλίκλης
σφόδρα γε.

Σωκράτης
ἀλλ᾽ ἐν μέρει οἶμαι ἑκάτερον καὶ λαμβάνει καὶ ἀπολλύει;

Καλλίκλης
φημί.

Σωκράτης
οὐκοῦν καὶ ἰσχὺν καὶ ἀσθένειαν ὡσαύτως;

Καλλίκλης
ναί.

Σωκράτης
καὶ τάχος καὶ βραδυτῆτα;

Καλλίκλης
πάνυ γε.

Σωκράτης
καὶ τἀγαθὰ καὶ τὴν εὐδαιμονίαν καὶ τἀναντία τούτων, κακά τε καὶ ἀθλιότητα, ἐν μέρει λαμβάνει καὶ ἐν μέρει ἀπαλλάττεται ἑκατέρου;

Καλλίκλης
πάντως δήπου. [496ξ]

Σωκράτης
ἐὰν εὕρωμεν ἄρα ἄττα ὧν ἅμα τε ἀπαλλάττεται ἄνθρωπος καὶ ἅμα ἔχει, δῆλον ὅτι ταῦτά γε οὐκ ἂν εἴη τό τε ἀγαθὸν καὶ τὸ κακόν. ὁμολογοῦμεν ταῦτα; καὶ εὖ μάλα σκεψάμενος ἀποκρίνου.

Καλλίκλης
ἀλλ᾽ ὑπερφυῶς ὡς ὁμολογῶ.

Σωκράτης
ἴθι δὴ ἐπὶ τὰ ἔμπροσθεν ὡμολογημένα. τὸ πεινῆν ἔλεγες πότερον ἡδὺ ἀνιαρὸν εἶναι; αὐτὸ λέγω τὸ πεινῆν.

Καλλίκλης
ἀνιαρὸν ἔγωγε: τὸ μέντοι πεινῶντα ἐσθίειν ἡδὺ [496δ] λέγω.

Σωκράτης
μανθάνω: ἀλλ᾽ οὖν τό γε πεινῆν αὐτὸ ἀνιαρόν. οὐχί;

Καλλίκλης
φημί.

Σωκράτης
οὐκοῦν καὶ τὸ διψῆν;

Καλλίκλης
σφόδρα γε.

Σωκράτης
πότερον οὖν ἔτι πλείω ἐρωτῶ, ὁμολογεῖς ἅπασαν ἔνδειαν καὶ ἐπιθυμίαν ἀνιαρὸν εἶναι;

Καλλίκλης
ὁμολογῶ, ἀλλὰ μὴ ἐρώτα.

Σωκράτης
εἶεν: διψῶντα δὲ δὴ πίνειν ἄλλο τι ἡδὺ φῂς εἶναι;

Καλλίκλης
ἔγωγε.

Σωκράτης
οὐκοῦν τούτου οὗ λέγεις τὸ μὲν διψῶντα λυπούμενον δήπου ἐστίν; [496ε]

Καλλίκλης
ναί.

Σωκράτης
τὸ δὲ πίνειν πλήρωσίς τε τῆς ἐνδείας καὶ ἡδονή;

Καλλίκλης
ναί.

Σωκράτης
οὐκοῦν κατὰ τὸ πίνειν χαίρειν λέγεις;

Καλλίκλης
μάλιστα.

Σωκράτης
διψῶντά γε.

Καλλίκλης
φημί.

Σωκράτης
λυπούμενον;

Καλλίκλης
ναί.

Σωκράτης
αἰσθάνῃ οὖν τὸ συμβαῖνον, ὅτι λυπούμενον χαίρειν λέγεις ἅμα, ὅταν διψῶντα πίνειν λέγῃς; οὐχ ἅμα τοῦτο γίγνεται κατὰ τὸν αὐτὸν τόπον καὶ χρόνον εἴτε ψυχῆς εἴτε σώματος βούλει; οὐδὲν γὰρ οἶμαι διαφέρει. ἔστι ταῦτα οὔ;

Καλλίκλης
ἔστιν.

Σωκράτης
ἀλλὰ μὴν εὖ γε πράττοντα κακῶς


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: