[474β]
πολλοῖς οὐδὲ διαλέγομαι. ὅρα οὖν εἰ ἐθελήσεις ἐν τῷ μέρει διδόναι ἔλεγχον ἀποκρινόμενος τὰ ἐρωτώμενα. ἐγὼ γὰρ δὴ οἶμαι καὶ ἐμὲ καὶ σὲ καὶ τοὺς ἄλλους ἀνθρώπους τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι κάκιον ἡγεῖσθαι καὶ τὸ μὴ διδόναι δίκην τοῦ διδόναι.Πῶλος
ἐγὼ δέ γε οὔτ᾽ ἐμὲ οὔτ᾽ ἄλλον ἀνθρώπων οὐδένα. ἐπεὶ σὺ δέξαι᾽ ἂν μᾶλλον ἀδικεῖσθαι ἢ ἀδικεῖν;Σωκράτης
καὶ σύ γ᾽ ἂν καὶ οἱ ἄλλοι πάντες.Πῶλος
πολλοῦ γε δεῖ, ἀλλ᾽ οὔτ᾽ ἐγὼ οὔτε σὺ οὔτ᾽ ἄλλος οὐδείς.
ἐγὼ δέ γε οὔτ᾽ ἐμὲ οὔτ᾽ ἄλλον ἀνθρώπων οὐδένα. ἐπεὶ σὺ δέξαι᾽ ἂν μᾶλλον ἀδικεῖσθαι ἢ ἀδικεῖν;Σωκράτης
καὶ σύ γ᾽ ἂν καὶ οἱ ἄλλοι πάντες.Πῶλος
πολλοῦ γε δεῖ, ἀλλ᾽ οὔτ᾽ ἐγὼ οὔτε σὺ οὔτ᾽ ἄλλος οὐδείς.