[470δ]
πράγμασιν ἐλέγχειν: τὰ γὰρ ἐχθὲς καὶ πρώην γεγονότα ταῦτα ἱκανά σε ἐξελέγξαι ἐστὶν καὶ ἀποδεῖξαι ὡς πολλοὶ ἀδικοῦντες ἄνθρωποι εὐδαίμονές εἰσιν.Σωκράτης
τὰ ποῖα ταῦτα;Πῶλος
Ἀρχέλαον δήπου τοῦτον τὸν Περδίκκου ὁρᾷς ἄρχοντα Μακεδονίας;Σωκράτης
εἰ δὲ μή, ἀλλ᾽ ἀκούω γε.Πῶλος
εὐδαίμων οὖν σοι δοκεῖ εἶναι ἢ ἄθλιος;Σωκράτης
οὐκ οἶδα, ὦ Πῶλε: οὐ γάρ πω συγγέγονα τῷ ἀνδρί.