[460β]
Γοργίας
πάνυ γε.Σωκράτης
τί οὖν; ὁ τὰ τεκτονικὰ μεμαθηκὼς τεκτονικός, ἢ οὔ;Γοργίας
ναί.Σωκράτης
οὐκοῦν καὶ ὁ τὰ μουσικὰ μουσικός;Γοργίας
ναί.Σωκράτης
καὶ ὁ τὰ ἰατρικὰ ἰατρικός; καὶ τἆλλα οὕτω κατὰ τὸν αὐτὸν λόγον, ὁ μεμαθηκὼς ἕκαστα τοιοῦτός ἐστιν οἷον ἡ ἐπιστήμη ἕκαστον ἀπεργάζεται;Γοργίας
πάνυ γε.Σωκράτης
οὐκοῦν κατὰ τοῦτον τὸν λόγον καὶ ὁ τὰ δίκαια μεμαθηκὼς δίκαιος;Γοργίας
πάντως δήπου.Σωκράτης
ὁ δὲ δίκαιος δίκαιά που πράττει.Γοργίας
ναί.