previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[353α] τῶν ἡδονῶν ἡττᾶσθαι καὶ οὐ πράττειν διὰ ταῦτα τὰ βέλτιστα, ἐπεὶ γιγνώσκειν γε αὐτά. ἴσως γὰρ ἂν λεγόντων ἡμῶν ὅτι οὐκ ὀρθῶς λέγετε, ἄνθρωποι, ἀλλὰ ψεύδεσθε, ἔροιντ᾽ ἂν ἡμᾶς: ‘ Πρωταγόρα τε καὶ Σώκρατες, εἰ μὴ ἔστιν τοῦτο τὸ πάθημα ἡδονῆς ἡττᾶσθαι, ἀλλὰ τί ποτ᾽ ἐστίν, καὶ τί ὑμεῖς αὐτό φατε εἶναι; εἴπατον ἡμῖν.’

τί δέ, Σώκρατες, δεῖ ἡμᾶς σκοπεῖσθαι τὴν τῶν πολλῶν δόξαν ἀνθρώπων, οἳ ὅτι ἂν τύχωσι τοῦτο λέγουσιν; [353β]

οἶμαι, ἦν δ᾽ ἐγώ, εἶναί τι ἡμῖν τοῦτο πρὸς τὸ ἐξευρεῖν περὶ ἀνδρείας, πρὸς τἆλλα μόρια τὰ τῆς ἀρετῆς πῶς ποτ᾽ ἔχει. εἰ οὖν σοι δοκεῖ ἐμμένειν οἷς ἄρτι ἔδοξεν ἡμῖν, ἐμὲ ἡγήσασθαι οἶμαι ἂν ἔγωγε κάλλιστα φανερὸν γενέσθαι, ἕπου: εἰ δὲ μὴ βούλει, εἴ σοι φίλον, ἐῶ χαίρειν.

ἀλλ᾽, ἔφη, ὀρθῶς λέγεις: καὶ πέραινε ὥσπερ ἤρξω. [353ξ]

πάλιν τοίνυν, ἔφην ἐγώ, εἰ ἔροιντο ἡμᾶς: ‘τί οὖν φατε τοῦτο εἶναι, ἡμεῖς ἥττω εἶναι τῶν ἡδονῶν ἐλέγομεν;’ εἴποιμ᾽ ἂν ἔγωγε πρὸς αὐτοὺς ὡδί: Ἀκούετε δή: πειρασόμεθα γὰρ ὑμῖν ἐγώ τε καὶ Πρωταγόρας φράσαι. ἄλλο τι γάρ, ἄνθρωποι, φατὲ ὑμῖν τοῦτο γίγνεσθαι ἐν τοῖσδε, οἷον πολλάκις ὑπὸ σίτων καὶ ποτῶν καὶ ἀφροδισίων κρατούμενοι ἡδέων ὄντων, γιγνώσκοντες ὅτι πονηρά ἐστιν, ὅμως αὐτὰ πράττειν;

φαῖεν ἄν.

οὐκοῦν ἐροίμεθ᾽ ἂν αὐτοὺς ἐγώ τε καὶ σὺ πάλιν: Πονηρὰ δὲ αὐτὰ πῇ φατε εἶναι; [353δ] πότερον ὅτι τὴν ἡδονὴν ταύτην ἐν τῷ παραχρῆμα παρέχει καὶ ἡδύ ἐστιν ἕκαστον αὐτῶν, ὅτι εἰς τὸν ὕστερον χρόνον νόσους τε ποιεῖ καὶ πενίας καὶ ἄλλα τοιαῦτα πολλὰ παρασκευάζει; κἂν εἴ τι τούτων εἰς τὸ ὕστερον μηδὲν παρασκευάζει, χαίρειν δὲ μόνον ποιεῖ, ὅμως δ᾽ ἂν κακὰ ἦν, ὅτι μαθόντα χαίρειν ποιεῖ καὶ ὁπῃοῦν; ἆρ᾽ οἰόμεθ᾽ ἂν αὐτούς, Πρωταγόρα, ἄλλο τι ἀποκρίνασθαι ὅτι οὐ κατὰ τὴν αὐτῆς τῆς ἡδονῆς τῆς παραχρῆμα ἐργασίαν κακά ἐστιν, [353ε] ἀλλὰ διὰ τὰ ὕστερον γιγνόμενα, νόσους τε καὶ τἆλλα.

ἐγὼ μὲν οἶμαι, ἔφη Πρωταγόρας, τοὺς πολλοὺς ἂν ταῦτα ἀποκρίνασθαι.

οὐκοῦν νόσους ποιοῦντα ἀνίας ποιεῖ, καὶ πενίας ποιοῦντα ἀνίας ποιεῖ; Ὁμολογοῖεν ἄν, ὡς ἐγᾦμαι.

συνέφη Πρωταγόρας.

οὐκοῦν φαίνεται, ἄνθρωποι, ὑμῖν, ὥς φαμεν ἐγώ τε καὶ Πρωταγόρας, δι᾽ οὐδὲν ἄλλο ταῦτα κακὰ ὄντα διότι εἰς ἀνίας τε ἀποτελευτᾷ καὶ ἄλλων


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: