previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[351α] οὐ γὰρ ταὐτὸν εἶναι δύναμίν τε καὶ ἰσχύν, ἀλλὰ τὸ μὲν καὶ ἀπὸ ἐπιστήμης γίγνεσθαι, τὴν δύναμιν, καὶ ἀπὸ μανίας γε καὶ θυμοῦ, ἰσχὺν δὲ ἀπὸ φύσεως καὶ εὐτροφίας τῶν σωμάτων. οὕτω δὲ κἀκεῖ οὐ ταὐτὸν εἶναι θάρσος τε καὶ ἀνδρείαν: ὥστε συμβαίνει τοὺς μὲν ἀνδρείους θαρραλέους εἶναι, μὴ μέντοι τούς γε θαρραλέους ἀνδρείους πάντας: θάρσος μὲν γὰρ καὶ ἀπὸ τέχνης γίγνεται ἀνθρώποις καὶ [351β] ἀπὸ θυμοῦ γε καὶ ἀπὸ μανίας, ὥσπερ δύναμις, ἀνδρεία δὲ ἀπὸ φύσεως καὶ εὐτροφίας τῶν ψυχῶν γίγνεται.

λέγεις δέ τινας, ἔφην, Πρωταγόρα, τῶν ἀνθρώπων εὖ ζῆν, τοὺς δὲ κακῶς;

ἔφη.

ἆρ᾽ οὖν δοκεῖ σοι ἄνθρωπος ἂν εὖ ζῆν, εἰ ἀνιώμενός τε καὶ ὀδυνώμενος ζῴη;

οὐκ ἔφη.

τί δ᾽ εἰ ἡδέως βιοὺς τὸν βίον τελευτήσειεν; οὐκ εὖ ἄν σοι δοκεῖ οὕτως βεβιωκέναι;

ἔμοιγ᾽, ἔφη.

τὸ μὲν ἄρα [351ξ] ἡδέως ζῆν ἀγαθόν, τὸ δ᾽ ἀηδῶς κακόν.

εἴπερ τοῖς καλοῖς γ᾽, ἔφη, ζῴη ἡδόμενος.

τί δή, Πρωταγόρα; μὴ καὶ σύ, ὥσπερ οἱ πολλοί, ἡδέ᾽ ἄττα καλεῖς κακὰ καὶ ἀνιαρὰ ἀγαθά; ἐγὼ γὰρ λέγω, καθ᾽ ἡδέα ἐστίν, ἆρα κατὰ τοῦτο οὐκ ἀγαθά, μὴ εἴ τι ἀπ᾽ αὐτῶν ἀποβήσεται ἄλλο; καὶ αὖθις αὖ τὰ ἀνιαρὰ ὡσαύτως οὕτως οὐ καθ᾽ ὅσον ἀνιαρά, κακά;

οὐκ οἶδα, Σώκρατες, ἔφη, ἁπλῶς οὕτως, ὡς σὺ ἐρωτᾷς, [351δ] εἰ ἐμοὶ ἀποκριτέον ἐστὶν ὡς τὰ ἡδέα τε ἀγαθά ἐστιν ἅπαντα καὶ τὰ ἀνιαρὰ κακά: ἀλλά μοι δοκεῖ οὐ μόνον πρὸς τὴν νῦν ἀπόκρισιν ἐμοὶ ἀσφαλέστερον εἶναι ἀποκρίνασθαι, ἀλλὰ καὶ πρὸς πάντα τὸν ἄλλον βίον τὸν ἐμόν, ὅτι ἔστι μὲν τῶν ἡδέων οὐκ ἔστιν ἀγαθά, ἔστι δ᾽ αὖ καὶ τῶν ἀνιαρῶν οὐκ ἔστι κακά, ἔστι δ᾽ ἔστι, καὶ τρίτον οὐδέτερα, οὔτε κακὰ οὔτ᾽ ἀγαθά.

ἡδέα δὲ καλεῖς, ἦν δ᾽ ἐγώ, οὐ τὰ ἡδονῆς [351ε] μετέχοντα ποιοῦντα ἡδονήν;

πάνυ γ᾽, ἔφη.

τοῦτο τοίνυν λέγω, καθ᾽ ὅσον ἡδέα ἐστίν, εἰ οὐκ ἀγαθά, τὴν ἡδονὴν αὐτὴν ἐρωτῶν εἰ οὐκ ἀγαθόν ἐστιν.

ὥσπερ σὺ λέγεις, ἔφη, ἑκάστοτε, Σώκρατες, σκοπώμεθα αὐτό, καὶ ἐὰν μὲν πρὸς λόγον δοκῇ εἶναι τὸ σκέμμα καὶ τὸ αὐτὸ φαίνηται ἡδύ τε καὶ ἀγαθόν, συγχωρησόμεθα: εἰ δὲ μή, τότε ἤδη ἀμφισβητήσομεν.

πότερον οὖν, ἦν δ᾽ ἐγώ, σὺ βούλει ἡγεμονεύειν τῆς σκέψεως, ἐγὼ ἡγῶμαι;

δίκαιος, ἔφη, σὺ ἡγεῖσθαι: σὺ γὰρ καὶ κατάρχεις τοῦ λόγου.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
hide References (1 total)
  • Commentary references to this page (1):
    • E.C. Marchant, Commentary on Thucydides: Book 2, 2.40
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: