previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[339α] δεινὸν εἶναι: ἔστιν δὲ τοῦτο τὰ ὑπὸ τῶν ποιητῶν λεγόμενα οἷόν τ᾽ εἶναι συνιέναι τε ὀρθῶς πεποίηται καὶ μή, καὶ ἐπίστασθαι διελεῖν τε καὶ ἐρωτώμενον λόγον δοῦναι. καὶ δὴ καὶ νῦν ἔσται τὸ ἐρώτημα περὶ τοῦ αὐτοῦ μὲν περὶ οὗπερ ἐγώ τε καὶ σὺ νῦν διαλεγόμεθα, περὶ ἀρετῆς, μετενηνεγμένον δ᾽ εἰς ποίησιν: τοσοῦτον μόνον διοίσει. λέγει γάρ που Σιμωνίδης πρὸς Σκόπαν τὸν Κρέοντος ὑὸν τοῦ Θετταλοῦ ὅτι[339β]

ἄνδρ᾽ ἀγαθὸν μὲν ἀλαθέως γενέσθαι χαλεπόν,
χερσίν τε καὶ ποσὶ καὶ νόῳ τετράγωνον, ἄνευ ψόγου
τετυγμένον.

Simonides Fr. 37.1.1
τοῦτο ἐπίστασαι τὸ ᾆσμα, πᾶν σοι διεξέλθω;

καὶ ἐγὼ εἶπον ὅτι οὐδὲν δεῖ: ἐπίσταμαί τε γάρ, καὶ πάνυ μοι τυγχάνει μεμεληκὸς τοῦ ᾁσματος.

εὖ, ἔφη, λέγεις. πότερον οὖν καλῶς σοι δοκεῖ πεποιῆσθαι καὶ ὀρθῶς, οὔ;

πάνυ, ἔφην ἐγώ, καλῶς τε καὶ ὀρθῶς.

δοκεῖ δέ σοι καλῶς πεποιῆσθαι, εἰ ἐναντία λέγει αὐτὸς αὑτῷ ποιητής;

οὐ καλῶς, ἦν δ᾽ ἐγώ.

ὅρα δή, ἔφη, [339ξ] βέλτιον.

ἀλλ᾽, ὠγαθέ, ἔσκεμμαι ἱκανῶς.

οἶσθα οὖν, ἔφη, ὅτι προιόντος τοῦ ᾁσματος λέγει που

οὐδέ μοι ἐμμελέως τὸ Πιττάκειον νέμεται,
καίτοι σοφοῦ παρὰ φωτὸς εἰρημένον: χαλεπὸν φάτ᾽ ἐσθλὸν
ἔμμεναι.

Simonides Fr. 37.1.11
ἐννοεῖς ὅτι αὐτὸς οὗτος καὶ τάδε λέγει κἀκεῖνα τὰ ἔμπροσθεν;

οἶδα, ἦν δ᾽ ἐγώ.

δοκεῖ οὖν σοι, ἔφη, ταῦτα ἐκείνοις ὁμολογεῖσθαι;

φαίνεται ἔμοιγεκαὶ ἅμα μέντοι ἐφοβούμην μὴ τὶ λέγοιἀτάρ, ἔφην ἐγώ, σοὶ οὐ φαίνεται;

πῶς γὰρ ἂν [339δ] φαίνοιτο ὁμολογεῖν αὐτὸς ἑαυτῷ ταῦτα ἀμφότερα λέγων, ὅς γε τὸ μὲν πρῶτον αὐτὸς ὑπέθετο χαλεπὸν εἶναι ἄνδρα ἀγαθὸν γενέσθαι ἀλαθείᾳ, ὀλίγον δὲ τοῦ ποιήματος εἰς τὸ πρόσθεν προελθὼν ἐπελάθετο, καὶ Πιττακὸν τὸν ταὐτὰ λέγοντα ἑαυτῷ, ὅτιχαλεπὸν ἐσθλὸν ἔμμεναι”, τοῦτον μέμφεταί τε καὶ οὔ φησιν ἀποδέχεσθαι αὐτοῦ τὰ αὐτὰ ἑαυτῷ λέγοντος; καίτοι ὁπότε τὸν ταὐτὰ λέγοντα αὑτῷ μέμφεται, δῆλον ὅτι καὶ ἑαυτὸν μέμφεται, ὥστε ἤτοι τὸ πρότερον ὕστερον οὐκ ὀρθῶς λέγει.

εἰπὼν οὖν ταῦτα πολλοῖς θόρυβον παρέσχεν καὶ ἔπαινον [339ε] τῶν ἀκουόντων: καὶ ἐγὼ τὸ μὲν πρῶτον, ὡσπερεὶ ὑπὸ ἀγαθοῦ πύκτου πληγείς, ἐσκοτώθην τε καὶ ἰλιγγίασα εἰπόντος αὐτοῦ ταῦτα καὶ τῶν ἄλλων ἐπιθορυβησάντων: ἔπειταὥς γε πρὸς σὲ εἰρῆσθαι τἀληθῆ, ἵνα μοι χρόνος ἐγγένηται τῇ σκέψει τί λέγοι ποιητήςτρέπομαι πρὸς τὸν πρόδικον, καὶ καλέσας αὐτόν, Πρόδικε, ἔφην ἐγώ, σὸς μέντοι Σιμωνίδης πολίτης:


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: