previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[310α]

Σωκράτης
πάνυ γε, πολλὰ καὶ εἰπὼν καὶ ἀκούσας.

Ἑταῖρος
τί οὖν οὐ διηγήσω ἡμῖν τὴν συνουσίαν, εἰ μή σέ τι κωλύει, καθεζόμενος ἐνταυθί, ἐξαναστήσας τὸν παῖδα τουτονί;

Σωκράτης
πάνυ μὲν οὖν: καὶ χάριν γε εἴσομαι, ἐὰν ἀκούητε.

Ἑταῖρος
καὶ μὴν καὶ ἡμεῖς σοί, ἐὰν λέγῃς.

Σωκράτης
διπλῆ ἂν εἴη χάρις. ἀλλ᾽ οὖν ἀκούετε.

τῆς γὰρ παρελθούσης νυκτὸς ταυτησί, ἔτι βαθέος ὄρθρου, Ἱπποκράτης, Ἀπολλοδώρου ὑὸς Φάσωνος δὲ ἀδελφός, τὴν [310β] θύραν τῇ βακτηρίᾳ πάνυ σφόδρα ἔκρουε, καὶ ἐπειδὴ αὐτῷ ἀνέῳξέ τις, εὐθὺς εἴσω ᾔει ἐπειγόμενος, καὶ τῇ φωνῇ μέγα λέγων, ‘ Σώκρατες,’ ἔφη, ‘ἐγρήγορας καθεύδεις;’ καὶ ἐγὼ τὴν φωνὴν γνοὺς αὐτοῦ, ‘Ἱπποκράτης,’ ἔφην, ‘οὗτος: μή τι νεώτερον ἀγγέλλεις;’ ‘οὐδέν γ᾽,’ δ᾽ ὅς, ‘εἰ μὴ ἀγαθά γε.’ ‘εὖ ἂν λέγοις,’ ἦν δ᾽ ἐγώ: ‘ἔστι δὲ τί, καὶ τοῦ ἕνεκα τηνικάδε ἀφίκου;’ ‘Πρωταγόρας,’ ἔφη, ‘ἥκει,’ στὰς παρ᾽ ἐμοί. ‘πρῴην,’ ἔφην ἐγώ: ‘σὺ δὲ ἄρτι πέπυσαι;’ ‘νὴ τοὺς θεούς,’ ἔφη, ‘ἑσπέρας γε.’ [310ξ] καὶ ἅμα ἐπιψηλαφήσας τοῦ σκίμποδος ἐκαθέζετο παρὰ τοὺς πόδας μου, καὶ εἶπεν: ‘ἑσπέρας δῆτα, μάλα γε ὀψὲ ἀφικόμενος ἐξ Οἰνόης. γάρ τοι παῖς με Σάτυρος ἀπέδρα: καὶ δῆτα μέλλων σοι φράζειν ὅτι διωξοίμην αὐτόν, ὑπό τινος ἄλλου ἐπελαθόμην. ἐπειδὴ δὲ ἦλθον καὶ δεδειπνηκότες ἦμεν καὶ ἐμέλλομεν ἀναπαύεσθαι, τότε μοι ἁδελφὸς λέγει ὅτι ἥκει Πρωταγόρας. καὶ ἔτι μὲν ἐνεχείρησα εὐθὺς παρὰ σὲ ἰέναι, ἔπειτά μοι λίαν πόρρω ἔδοξε τῶν νυκτῶν εἶναι: ἐπειδὴ [310δ] δὲ τάχιστά με ἐκ τοῦ κόπου ὕπνος ἀνῆκεν, εὐθὺς ἀναστὰς οὕτω δεῦρο ἐπορευόμην.’ καὶ ἐγὼ γιγνώσκων αὐτοῦ τὴν ἀνδρείαν καὶ τὴν πτοίησιν, ‘τί οὖν σοι,’ ἦν δ᾽ ἐγώ, ‘τοῦτο; μῶν τί σε ἀδικεῖ Πρωταγόρας;’ καὶ ὃς γελάσας, ‘νὴ τοὺς θεούς,’ ἔφη, ‘ Σώκρατες, ὅτι γε μόνος ἐστὶ σοφός, ἐμὲ δὲ οὐ ποιεῖ.’ ‘ἀλλὰ ναὶ μὰ Δία,’ ἔφην ἐγώ, ‘ἂν αὐτῷ διδῷς ἀργύριον καὶ πείθῃς ἐκεῖνον, ποιήσει καὶ σὲ σοφόν.’ ‘εἰ γάρ,’ δ᾽ ὅς, ‘ Ζεῦ καὶ θεοί, ἐν [310ε] τούτῳ εἴη: ὡς οὔτ᾽ ἂν τῶν ἐμῶν ἐπιλίποιμι οὐδὲν οὔτε τῶν φίλων: ἀλλ᾽ αὐτὰ ταῦτα καὶ νῦν ἥκω παρὰ σέ, ἵνα ὑπὲρ ἐμοῦ διαλεχθῇς αὐτῷ. ἐγὼ γὰρ ἅμα μὲν καὶ νεώτερός εἰμι, ἅμα δὲ οὐδὲ ἑώρακα Πρωταγόραν πώποτε οὐδ᾽ ἀκήκοα οὐδέν: ἔτι γὰρ παῖς ὅτε τὸ πρότερον ἐπεδήμησε. ἀλλὰ γάρ, Σώκρατες, πάντες τὸν ἄνδρα ἐπαινοῦσιν καί φασιν σοφώτατον εἶναι λέγειν: ἀλλὰ τί οὐ βαδίζομεν παρ᾽ αὐτόν, ἵνα


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: