[302ε]
θεοί; ὡμολόγηκας γὰρ ὅσα ψυχὴν ἔχει ζῷα εἶναι. ἢ οὗτοι οἱ θεοὶ οὐκ ἔχουσιν ψυχήν;ἔχουσιν, ἦν δ᾽ ἐγώ.οὐκοῦν καὶ ζῷά εἰσιν;ζῷα, ἔφην.τῶν δέ γε ζῴων, ἔφη, ὡμολόγηκας ταῦτ᾽ εἶναι σά, ὅσα ἄν σοι ἐξῇ καὶ δοῦναι καὶ ἀποδόσθαι καὶ θῦσαι δὴ θεῷ ὅτῳ ἂν βούλῃ.ὡμολόγηκα, ἔφην: οὐκ ἔστιν γάρ μοι ἀνάδυσις, ὦ Εὐθύδημε.ἴθι δή μοι εὐθύς, ἦ δ᾽ ὅς, εἰπέ: ἐπειδὴ σὸν ὁμολογεῖς εἶναι τὸν Δία
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.