[298ε]
αὐτῷ κυνίδια;καὶ μάλ᾽, ἔφη, ἕτερα τοιαῦτα.οὐκοῦν πατήρ ἐστιν αὐτῶν ὁ κύων;ἔγωγέ τοι εἶδον, ἔφη, αὐτὸν ὀχεύοντα τὴν κύνα.τί οὖν; οὐ σός ἐστιν ὁ κύων;πάνυ γ᾽, ἔφη.οὐκοῦν πατὴρ ὢν σός ἐστιν, ὥστε σὸς πατὴρ γίγνεται ὁ κύων καὶ σὺ κυναρίων ἀδελφός;καὶ αὖθις ταχὺ ὑπολαβὼν ὁ Διονυσόδωρος, ἵνα μὴ πρότερόν τι εἴποι ὁ Κτήσιππος, καὶ ἔτι γέ μοι μικρόν, ἔφη, ἀπόκριναι: τύπτεις τὸν κύνα τοῦτον;καὶ ὁ Κτήσιππος γελάσας, νὴ τοὺς θεούς, ἔφη: οὐ γὰρ δύναμαι σέ.οὐκοῦν τὸν σαυτοῦ πατέρα, ἔφη, τύπτεις;
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.