[273δ]
εἰπὼν οὖν ταῦτα κατεφρονήθην ὑπ᾽ αὐτοῖν: ἐγελασάτην οὖν ἄμφω βλέψαντε εἰς ἀλλήλω, καὶ ὁ Εὐθύδημος εἶπεν: οὔτοι ἔτι ταῦτα, ὦ Σώκρατες, σπουδάζομεν, ἀλλὰ παρέργοις αὐτοῖς χρώμεθα.κἀγὼ θαυμάσας εἶπον: καλὸν ἄν που τὸ ἔργον ὑμῶν εἴη, εἰ τηλικαῦτα πράγματα πάρεργα ὑμῖν τυγχάνει ὄντα, καὶ πρὸς θεῶν εἴπετόν μοι τί ἐστι τοῦτο τὸ καλόν.ἀρετήν, ἔφη, ὦ Σώκρατες, οἰόμεθα οἵω τ᾽ εἶναι παραδοῦναι κάλλιστ᾽ ἀνθρώπων καὶ τάχιστα.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.