[133δ]
κἀκεῖνος, πάνυ, ἔφη.ἡγῇ δὲ δὴ καλὸν εἶναι μόνον τὴν φιλοσοφίαν ἢ καὶ ἀγαθόν; ἦν δ᾽ ἐγώ.καὶ ἀγαθόν, ἔφη, πάνυ.πότερον οὖν ἐν φιλοσοφίᾳ τι τοῦτο ἴδιον ἐνορᾷς, ἢ καὶ ἐν τοῖς ἄλλοις οὕτω σοι δοκεῖ ἔχειν; οἷον φιλογυμναστίαν οὐ μόνον ἡγῇ καλὸν εἶναι, ἀλλὰ καὶ ἀγαθόν; ἢ οὔ;ὁ δὲ καὶ μάλα εἰρωνικῶς εἶπε δύο: πρὸς μὲν τόνδε μοι εἰρήσθω ὅτι οὐδέτερα: πρὸς μέντοι σέ, ὦ Σώκρατες,
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.