[139ε]
Σωκράτης
ἆρ᾽ οὖν δοκεῖ σοι ἀναγκαῖον εἶναι τὸν νοσοῦντα ποδαγρᾶν ἢ πυρέττειν ἢ ὀφθαλμιᾶν, ἢ οὐκ ἂν δοκεῖ σοι καὶ μηδὲν τούτων πεπονθὼς ἑτέραν νόσον νοσεῖν; πολλαὶ γὰρ δήπου γέ εἰσι, καὶ οὐχ αὗται μόναι.Ἀλκιβιάδης
ἔμοιγε δοκοῦσιν.Σωκράτης
ὀφθαλμία σοι οὖν δοκεῖ πᾶσα νόσος εἶναι;Ἀλκιβιάδης
ναί.Σωκράτης
ἆρ᾽ οὖν καὶ πᾶσα νόσος ὀφθαλμία;Ἀλκιβιάδης
οὐ δῆτα ἔμοιγε: ἀπορῶ μέντοι γε πῶς λέγω.