[134δ]
Σωκράτης
δικαίως μὲν γὰρ πράττοντες καὶ σωφρόνως σύ τε καὶ ἡ πόλις θεοφιλῶς πράξετε.Ἀλκιβιάδης
εἰκός γε.Σωκράτης
καὶ ὅπερ γε ἐν τοῖς πρόσθεν ἐλέγομεν, εἰς τὸ θεῖον καὶ λαμπρὸν ὁρῶντες πράξετε.Ἀλκιβιάδης
φαίνεται.Σωκράτης
ἀλλὰ μὴν ἐνταῦθά γε βλέποντες ὑμᾶς τε αὐτοὺς καὶ τὰ ὑμέτερα ἀγαθὰ κατόψεσθε καὶ γνώσεσθε.Ἀλκιβιάδης
ναί.Σωκράτης
οὐκοῦν ὀρθῶς τε καὶ εὖ πράξετε;Ἀλκιβιάδης
ναί.