[131δ]
Σωκράτης
ὁ δέ γε τῆς ψυχῆς ἐρῶν οὐκ ἄπεισιν, ἕως ἂν ἐπὶ τὸ βέλτιον ἴῃ;Ἀλκιβιάδης
εἰκός γε.Σωκράτης
οὐκοῦν ἐγώ εἰμι ὁ οὐκ ἀπιὼν ἀλλὰ παραμένων λήγοντος τοῦ σώματος, τῶν ἄλλων ἀπεληλυθότων.Ἀλκιβιάδης
εὖ γε ποιῶν, ὦ Σώκρατες: καὶ μηδὲ ἀπέλθοις.Σωκράτης
προθυμοῦ τοίνυν ὅτι κάλλιστος εἶναι.Ἀλκιβιάδης
ἀλλὰ προθυμήσομαι.