[129δ]
Σωκράτης
τοῦτο τοίνυν ἀρτίως ἠρώτων, εἰ ὁ χρώμενος καὶ ᾧ χρῆται ἀεὶ δοκεῖ ἕτερον εἶναι.Ἀλκιβιάδης
δοκεῖ.Σωκράτης
τί οὖν φῶμεν τὸν σκυτοτόμον; τέμνειν ὀργάνοις μόνον ἢ καὶ χερσίν;Ἀλκιβιάδης
καὶ χερσίν.Σωκράτης
χρῆται ἄρα καὶ ταύταις;Ἀλκιβιάδης
ναί.Σωκράτης
ἦ καὶ τοῖς ὀφθαλμοῖς χρώμενος σκυτοτομεῖ;Ἀλκιβιάδης
ναί.Σωκράτης
τὸν δὲ χρώμενον καὶ οἷς χρῆται ἕτερα ὁμολογοῦμεν;Ἀλκιβιάδης
ναί.Σωκράτης
ἕτερον ἄρα σκυτοτόμος καὶ κιθαριστὴς χειρῶν καὶ