[128δ]
ἄλλαις τῶν τοῦ σώματος;Ἀλκιβιάδης
παντάπασι μὲν οὖν.Σωκράτης
ἄλλῃ μὲν ἄρα τέχνῃ αὐτοῦ ἑκάστου ἐπιμελούμεθα, ἄλλῃ δὲ τῶν αὐτοῦ.Ἀλκιβιάδης
φαίνεται.Σωκράτης
οὐκ ἄρα ὅταν τῶν σαυτοῦ ἐπιμελῇ, σαυτοῦ ἐπιμελῇ.Ἀλκιβιάδης
οὐδαμῶς.Σωκράτης
οὐ γὰρ ἡ αὐτὴ τέχνη, ὡς ἔοικεν, ᾗ τις ἂν αὑτοῦ τε ἐπιμελοῖτο καὶ τῶν αὑτοῦ.Ἀλκιβιάδης
οὐ φαίνεται.Σωκράτης
φέρε δή, ποίᾳ ποτ᾽ ἂν ἡμῶν αὐτῶν ἐπιμεληθείημεν;Ἀλκιβιάδης
οὐκ ἔχω λέγειν.