[118δ]
Σωκράτης
οὐκοῦν καὶ σὺ ὁ παρ᾽ ἐκείνου μαθὼν ἄλλον οἷός τε ἔσῃ;Ἀλκιβιάδης
ναί.Σωκράτης
καὶ ὁ κιθαριστὴς δὲ καὶ ὁ παιδοτρίβης ὡσαύτως;Ἀλκιβιάδης
πάνυ γε.Σωκράτης
καλὸν γὰρ δήπου τεκμήριον τοῦτο τῶν ἐπισταμένων ὁτιοῦν ὅτι ἐπίστανται, ἐπειδὰν καὶ ἄλλον οἷοί τ᾽ ὦσιν ἀποδεῖξαι ἐπιστάμενον.Ἀλκιβιάδης
ἔμοιγε δοκεῖ.Σωκράτης
τί οὖν; ἔχεις εἰπεῖν Περικλῆς τίνα ἐποίησεν σοφόν, ἀπὸ τῶν ὑέων ἀρξάμενος;