[117β]
Ἀλκιβιάδης
ἔμοιγε.Σωκράτης
ἆρ᾽ οὖν οὕτω καὶ ἔχει: ἐπειδάν τίς τι μὴ εἰδῇ, ἀναγκαῖον περὶ τούτου πλανᾶσθαι τὴν ψυχήν;Ἀλκιβιάδης
πῶς γὰρ οὔ;Σωκράτης
τί οὖν; οἶσθα ὅντινα τρόπον ἀναβήσῃ εἰς τὸν οὐρανόν;Ἀλκιβιάδης
μὰ Δί᾽ οὐκ ἔγωγε.Σωκράτης
ἦ καὶ πλανᾶταί σου ἡ δόξα περὶ ταῦτα;Ἀλκιβιάδης
οὐ δῆτα.Σωκράτης
τὸ δ᾽ αἴτιον οἶσθα ἢ ἐγὼ φράσω;Ἀλκιβιάδης
φράσον.Σωκράτης
ὅτι, ὦ φίλε, οὐκ οἴει αὐτὸ ἐπίστασθαι οὐκ ἐπιστάμενος.