[116ε]
ὅτι ταὐτά ἐστι δίκαιά τε καὶ συμφέροντα;Ἀλκιβιάδης
ἀλλὰ μὰ τοὺς θεούς, ὦ Σώκρατες, οὐκ οἶδ᾽ ἔγωγε οὐδ᾽ ὅτι λέγω, ἀλλ᾽ ἀτεχνῶς ἔοικα ἀτόπως ἔχοντι: τοτὲ μὲν γάρ μοι ἕτερα δοκεῖ σοῦ ἐρωτῶντος, τοτὲ δ᾽ ἄλλα.Σωκράτης
εἶτα τοῦτο, ὦ φίλε, ἀγνοεῖς τὸ πάθημα τί ἐστιν;Ἀλκιβιάδης
πάνυ γε.Σωκράτης
οἴει ἂν οὖν, εἴ τις ἐρωτῴη σε δύο ὀφθαλμοὺς ἢ τρεῖς ἔχεις, καὶ δύο χεῖρας ἢ τέτταρας, ἢ ἄλλο τι τῶν τοιούτων, τοτὲ μὲν ἕτερα ἂν ἀποκρίνασθαι, τοτὲ δὲ ἄλλα, ἢ ἀεὶ τὰ αὐτά;