previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[263α]

Φαῖδρος
ναί.

Σωκράτης
ἆρ᾽ οὖν οὐ παντὶ δῆλον τό γε τοιόνδε, ὡς περὶ μὲν ἔνια τῶν τοιούτων ὁμονοητικῶς ἔχομεν, περὶ δ᾽ ἔνια στασιωτικῶς;

Φαῖδρος
δοκῶ μὲν λέγεις μανθάνειν, ἔτι δ᾽ εἰπὲ σαφέστερον.

Σωκράτης
ὅταν τις ὄνομα εἴπῃ σιδήρου ἀργύρου, ἆρ᾽ οὐ τὸ αὐτὸ πάντες διενοήθημεν;

Φαῖδρος
καὶ μάλα.

Σωκράτης
τί δ᾽ ὅταν δικαίου ἀγαθοῦ; οὐκ ἄλλος ἄλλῃ φέρεται, καὶ ἀμφισβητοῦμεν ἀλλήλοις τε καὶ ἡμῖν αὐτοῖς;

Φαῖδρος
πάνυ μὲν οὖν. [263β]

Σωκράτης
ἐν μὲν ἄρα τοῖς συμφωνοῦμεν, ἐν δὲ τοῖς οὔ.

Φαῖδρος
οὕτω.

Σωκράτης
ποτέρωθι οὖν εὐαπατητότεροί ἐσμεν, καὶ ῥητορικὴ ἐν ποτέροις μεῖζον δύναται;

Φαῖδρος
δῆλον ὅτι ἐν οἷς πλανώμεθα.

Σωκράτης
οὐκοῦν τὸν μέλλοντα τέχνην ῥητορικὴν μετιέναι πρῶτον μὲν δεῖ ταῦτα ὁδῷ διῃρῆσθαι, καὶ εἰληφέναι τινὰ χαρακτῆρα ἑκατέρου τοῦ εἴδους, ἐν τε ἀνάγκη τὸ πλῆθος πλανᾶσθαι καὶ ἐν μή. [263ξ]

Φαῖδρος
καλὸν γοῦν ἄν, Σώκρατες, εἶδος εἴη κατανενοηκὼς τοῦτο λαβών.

Σωκράτης
ἔπειτά γε οἶμαι πρὸς ἑκάστῳ γιγνόμενον μὴ λανθάνειν ἀλλ᾽ ὀξέως αἰσθάνεσθαι περὶ οὗ ἂν μέλλῃ ἐρεῖν ποτέρου ὂν τυγχάνει τοῦ γένους.

Φαῖδρος
τί μήν;

Σωκράτης
τί οὖν; τὸν ἔρωτα πότερον φῶμεν εἶναι τῶν ἀμφισβητησίμων τῶν μή;

Φαῖδρος
τῶν ἀμφισβητησίμων δήπου: οἴει ἄν σοι ἐγχωρῆσαι εἰπεῖν νυνδὴ εἶπες περὶ αὐτοῦ, ὡς βλάβη τέ ἐστι τῷ ἐρωμένῳ καὶ ἐρῶντι, καὶ αὖθις ὡς μέγιστον ὂν τῶν ἀγαθῶν τυγχάνει; [263δ]

Σωκράτης
ἄριστα λέγεις: ἀλλ᾽ εἰπὲ καὶ τόδεἐγὼ γάρ τοι διὰ τὸ ἐνθουσιαστικὸν οὐ πάνυ μέμνημαιεἰ ὡρισάμην ἔρωτα ἀρχόμενος τοῦ λόγου.

Φαῖδρος
νὴ Δία ἀμηχάνως γε ὡς σφόδρα.

Σωκράτης
φεῦ, ὅσῳ λέγεις τεχνικωτέρας Νύμφας τὰς Ἀχελῴου καὶ Πᾶνα τὸν Ἑρμοῦ Λυσίου τοῦ Κεφάλου πρὸς λόγους εἶναι. οὐδὲν λέγω, ἀλλὰ καὶ Λυσίας ἀρχόμενος τοῦ ἐρωτικοῦ ἠνάγκασεν ἡμᾶς ὑπολαβεῖν τὸν ἔρωτα ἕν τι τῶν ὄντων [263ε] αὐτὸς ἐβουλήθη, καὶ πρὸς τοῦτο ἤδη συνταξάμενος πάντα τὸν ὕστερον λόγον διεπεράνατο; βούλει πάλιν ἀναγνῶμεν τὴν ἀρχὴν αὐτοῦ;

Φαῖδρος
εἰ σοί γε δοκεῖ: μέντοι ζητεῖς οὐκ ἔστ᾽ αὐτόθι.

Σωκράτης
λέγε, ἵνα ἀκούσω αὐτοῦ ἐκείνου.

Φαῖδρος
περὶ μὲν τῶν ἐμῶν πραγμάτων ἐπίστασαι, καὶ ὡς νομίζω συμφέρειν ἡμῖν τούτων γενομένων, ἀκήκοας. ἀξιῶ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1925)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: