previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[262α]

Φαῖδρος
ἐν τοῖς ὀλίγον.

Σωκράτης
ἀλλά γε δὴ κατὰ σμικρὸν μεταβαίνων μᾶλλον λήσεις ἐλθὼν ἐπὶ τὸ ἐναντίον κατὰ μέγα.

Φαῖδρος
πῶς δ᾽ οὔ;

Σωκράτης
δεῖ ἄρα τὸν μέλλοντα ἀπατήσειν μὲν ἄλλον, αὐτὸν δὲ μὴ ἀπατήσεσθαι, τὴν ὁμοιότητα τῶν ὄντων καὶ ἀνομοιότητα ἀκριβῶς διειδέναι.

Φαῖδρος
ἀνάγκη μὲν οὖν.

Σωκράτης
οὖν οἷός τε ἔσται, ἀλήθειαν ἀγνοῶν ἑκάστου, τὴν τοῦ ἀγνοουμένου ὁμοιότητα σμικράν τε καὶ μεγάλην ἐν τοῖς ἄλλοις διαγιγνώσκειν; [262β]

Φαῖδρος
ἀδύνατον.

Σωκράτης
οὐκοῦν τοῖς παρὰ τὰ ὄντα δοξάζουσι καὶ ἀπατωμένοις δῆλον ὡς τὸ πάθος τοῦτο δι᾽ ὁμοιοτήτων τινῶν εἰσερρύη.

Φαῖδρος
γίγνεται γοῦν οὕτως.

Σωκράτης
ἔστιν οὖν ὅπως τεχνικὸς ἔσται μεταβιβάζειν κατὰ σμικρὸν διὰ τῶν ὁμοιοτήτων ἀπὸ τοῦ ὄντος ἑκάστοτε ἐπὶ τοὐναντίον ἀπάγων, αὐτὸς τοῦτο διαφεύγειν, μὴ ἐγνωρικὼς ἔστιν ἕκαστον τῶν ὄντων;

Φαῖδρος
οὐ μή ποτε. [262ξ]

Σωκράτης
λόγων ἄρα τέχνην, ἑταῖρε, τὴν ἀλήθειαν μὴ εἰδώς, δόξας δὲ τεθηρευκώς, γελοίαν τινά, ὡς ἔοικε, καὶ ἄτεχνον παρέξεται.

Φαῖδρος
κινδυνεύει.

Σωκράτης
βούλει οὖν ἐν τῷ Λυσίου λόγῳ ὃν φέρεις, καὶ ἐν οἷς ἡμεῖς εἴπομεν ἰδεῖν τι ὧν φαμεν ἀτέχνων τε καὶ ἐντέχνων εἶναι;

Φαῖδρος
πάντων γέ που μάλιστα, ὡς νῦν γε ψιλῶς πως λέγομεν, οὐκ ἔχοντες ἱκανὰ παραδείγματα.

Σωκράτης
καὶ μὴν κατὰ τύχην γέ τινα, ὡς ἔοικεν, ἐρρηθήτην [262δ] τὼ λόγω ἔχοντέ τι παράδειγμα, ὡς ἂν εἰδὼς τὸ ἀληθὲς προσπαίζων ἐν λόγοις παράγοι τοὺς ἀκούοντας. καὶ ἔγωγε, Φαῖδρε, αἰτιῶμαι τοὺς ἐντοπίους θεούς: ἴσως δὲ καὶ οἱ τῶν Μουσῶν προφῆται οἱ ὑπὲρ κεφαλῆς ᾠδοὶ ἐπιπεπνευκότες ἂν ἡμῖν εἶεν τοῦτο τὸ γέρας: οὐ γάρ που ἔγωγε τέχνης τινὸς τοῦ λέγειν μέτοχος.

Φαῖδρος
ἔστω ὡς λέγεις: μόνον δήλωσον φῄς.

Σωκράτης
ἴθι δή μοι ἀνάγνωθι τὴν τοῦ Λυσίου λόγου ἀρχήν. [262ε]

Φαῖδρος
περὶ μὲν τῶν ἐμῶν πραγμάτων ἐπίστασαι, καὶ ὡς νομίζω συμφέρειν ἡμῖν τούτων γενομένων, ἀκήκοας. ἀξιῶ δὲ μὴ διὰ τοῦτο ἀτυχῆσαι ὧν δέομαι, ὅτι οὐκ ἐραστὴς ὢν σοῦ τυγχάνω. ὡς ἐκείνοις μὲν τότε μεταμέλει’ —

Σωκράτης
παῦσαι. τί δὴ οὖν οὗτος ἁμαρτάνει καὶ ἄτεχνον ποιεῖ λεκτέον: γάρ;


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1925)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: