[175α]
ὄπισθεν ἐμοῦ ἄρτι εἰσῄει: ἀλλὰ θαυμάζω καὶ αὐτὸς ποῦ ἂν εἴη.οὐ σκέψῃ, ἔφη, παῖ, φάναι τὸν Ἀγάθωνα, καὶ εἰσάξεις Σωκράτη; σὺ δ᾽, ἦ δ᾽ ὅς, Ἀριστόδημε, παρ᾽ Ἐρυξίμαχον κατακλίνου.καὶ ἓ μὲν ἔφη ἀπονίζειν τὸν παῖδα ἵνα κατακέοιτο: ἄλλον δέ τινα τῶν παίδων ἥκειν ἀγγέλλοντα ὅτι ‘Σωκράτης οὗτος ἀναχωρήσας ἐν τῷ τῶν γειτόνων προθύρῳ ἕστηκεν, κἀμοῦ καλοῦντος οὐκ ἐθέλει εἰσιέναι.’ἄτοπόν γ᾽, ἔφη, λέγεις: οὔκουν καλεῖς αὐτὸν καὶ μὴ ἀφήσεις;
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.