[64ξ]
Σωκράτης
ἆρ᾽ οὖν ἐπὶ μὲν τοῖς τοῦ ἀγαθοῦ νῦν ἤδη προθύροις καὶ τῆς οἰκήσεως ἐφεστάναι τῆς τοῦ τοιούτου λέγοντες ἴσως ὀρθῶς ἄν τινα τρόπον φαῖμεν;Πρώταρχος
ἐμοὶ γοῦν δοκεῖ.Σωκράτης
τί δῆτα ἐν τῇ συμμείξει τιμιώτατον ἅμα καὶ μάλιστ᾽ αἴτιον εἶναι δόξειεν ἂν ἡμῖν τοῦ πᾶσιν γεγονέναι προσφιλῆ τὴν τοιαύτην διάθεσιν; τοῦτο γὰρ ἰδόντες μετὰ τοῦτ᾽ ἐπισκεψόμεθα εἴθ᾽ ἡδονῇ εἴτε τῷ νῷ προσφυέστερον καὶ οἰκειότερον ἐν τῷ παντὶ συνέστηκεν.