[60ε]
μνήμην τοῦ πάθους μηδ᾽ ὁντινοῦν χρόνον ἔχοι. ταὐτὰ δὲ λεγέτω καὶ περὶ φρονήσεως, εἴ τις ἄνευ πάσης ἡδονῆς καὶ τῆς βραχυτάτης δέξαιτ᾽ ἂν φρόνησιν ἔχειν μᾶλλον ἢ μετά τινων ἡδονῶν ἢ πάσας ἡδονὰς χωρὶς φρονήσεως μᾶλλον ἢ μετὰ φρονήσεως αὖ τινος.Πρώταρχος
οὐκ ἔστιν, ὦ Σώκρατες, ἀλλ᾽ οὐδὲν δεῖ ταῦτά γε πολλάκις ἐπερωτᾶν.
οὐκ ἔστιν, ὦ Σώκρατες, ἀλλ᾽ οὐδὲν δεῖ ταῦτά γε πολλάκις ἐπερωτᾶν.