[46α]
Πρώταρχος
ἀνάγκη.Σωκράτης
σκόπει δὴ τὰς τῶν τοιῶνδε νοσημάτων ἡδονάς, τίνα ποτὲ ἔχουσι τρόπον.Πρώταρχος
ποίων;Σωκράτης
τὰς τῶν ἀσχημόνων, ἃς οὓς εἴπομεν δυσχερεῖς μισοῦσι παντελῶς.Πρώταρχος
ποίας;Σωκράτης
οἷον τὰς τῆς ψώρας ἰάσεις τῷ τρίβειν καὶ ὅσα τοιαῦτα, οὐκ ἄλλης δεόμενα φαρμάξεως: τοῦτο γὰρ δὴ τὸ πάθος ἡμῖν, ὦ πρὸς θεῶν, τί ποτε φῶμεν ἐγγίγνεσθαι; πότερον ἡδονὴν ἢ λύπην;Πρώταρχος
σύμμεικτον τοῦτό γ᾽ ἄρ᾽, ὦ Σώκρατες, ἔοικε γίγνεσθαί τι κακόν.