[45β]
ἴσως φαῖμεν ἂν περὶ ὑγιαίνοντας.Πρώταρχος
εἰκός γε.Σωκράτης
τί δ᾽; οὐχ αὗται τῶν ἡδονῶν ὑπερβάλλουσιν, ὧν ἂν καὶ ἐπιθυμίαι μέγισται προγίγνωνται;Πρώταρχος
τοῦτο μὲν ἀληθές.Σωκράτης
ἀλλ᾽ οὐχ οἱ πυρέττοντες καὶ ἐν τοιούτοις νοσήμασιν ἐχόμενοι μᾶλλον διψῶσι καὶ ῥιγοῦσι καὶ πάντα ὁπόσα διὰ τοῦ σώματος εἰώθασι πάσχειν, μᾶλλόν τ᾽ ἐνδείᾳ συγγίγνονται καὶ ἀποπληρουμένων μείζους ἡδονὰς ἴσχουσιν; ἢ τοῦτο οὐ φήσομεν ἀληθὲς εἶναι;Πρώταρχος
πάνυ μὲν οὖν νῦν ῥηθὲν φαίνεται.