[40ξ]
Σωκράτης
ψευδέσιν ἄρα ἡδοναῖς τὰ πολλὰ οἱ πονηροὶ χαίρουσιν, οἱ δ᾽ ἀγαθοὶ τῶν ἀνθρώπων ἀληθέσιν.Πρώταρχος
ἀναγκαιότατα λέγεις.Σωκράτης
εἰσὶν δὴ κατὰ τοὺς νῦν λόγους ψευδεῖς ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς ἡδοναί, μεμιμημέναι μέντοι τὰς ἀληθεῖς ἐπὶ τὰ γελοιότερα, καὶ λῦπαι δὲ ὡσαύτως.Πρώταρχος
εἰσίν.Σωκράτης
οὐκοῦν ἦν δοξάζειν μὲν ὄντως ἀεὶ τῷ τὸ παράπαν δοξάζοντι, μὴ ἐπ᾽ οὖσι δὲ μηδ᾽ ἐπὶ γεγονόσι μηδὲ ἐπ᾽ ἐσομένοις ἐνίοτε.Πρώταρχος
πάνυ γε.