[27α]
Σωκράτης
καὶ μὴν τό γε ποιούμενον αὖ καὶ τὸ γιγνόμενον οὐδὲν πλὴν ὀνόματι, καθάπερ τὸ νυνδή, διαφέρον εὑρήσομεν. ἢ πῶς;Πρώταρχος
οὕτως.Σωκράτης
ἆρ᾽ οὖν ἡγεῖται μὲν τὸ ποιοῦν ἀεὶ κατὰ φύσιν, τὸ δὲ ποιούμενον ἐπακολουθεῖ γιγνόμενον ἐκείνῳ;Πρώταρχος
πάνυ γε.Σωκράτης
ἄλλο ἄρα καὶ οὐ ταὐτὸν αἰτία τ᾽ ἐστὶ καὶ τὸ δουλεῦον εἰς γένεσιν αἰτίᾳ.Πρώταρχος
τί μήν;Σωκράτης
οὐκοῦν τὰ μὲν γιγνόμενα καὶ ἐξ ὧν γίγνεται πάντα τὰ τρία παρέσχετο ἡμῖν γένη;Πρώταρχος
καὶ μάλα.