[20δ]
Σωκράτης
τὴν τἀγαθοῦ μοῖραν πότερον ἀνάγκη τέλεον ἢ μὴ τέλεον εἶναι;Πρώταρχος
πάντων δήπου τελεώτατον, ὦ Σώκρατες.Σωκράτης
τί δέ; ἱκανὸν τἀγαθόν;Πρώταρχος
πῶς γὰρ οὔ; καὶ πάντων γε εἰς τοῦτο διαφέρειν τῶν ὄντων.Σωκράτης
τόδε γε μήν, ὡς οἶμαι, περὶ αὐτοῦ ἀναγκαιότατον εἶναι λέγειν, ὡς πᾶν τὸ γιγνῶσκον αὐτὸ θηρεύει καὶ ἐφίεται βουλόμενον ἑλεῖν καὶ περὶ αὑτὸ κτήσασθαι, καὶ τῶν ἄλλων οὐδὲν φροντίζει πλὴν τῶν ἀποτελουμένων ἅμα ἀγαθοῖς.Πρώταρχος
οὐκ ἔστι τούτοις ἀντειπεῖν.