[161ξ]
γε.οὐ δεῖ δέ γε.οὐ δῆτα.δεῖ ἄρα ὁμοιότητα τῷ ἑνὶ αὐτοῦ ἑαυτῷ εἶναι.δεῖ.καὶ μὴν οὐδ᾽ αὖ ἴσον γ᾽ ἐστὶ τοῖς ἄλλοις: εἰ γὰρ εἴη ἴσον, εἴη τε ἂν ἤδη καὶ ὅμοιον ἂν εἴη αὐτοῖς κατὰ τὴν ἰσότητα. ταῦτα δ᾽ ἀμφότερα ἀδύνατα, εἴπερ μὴ ἔστιν ἕν.ἀδύνατα.ἐπειδὴ δὲ οὐκ ἔστι τοῖς ἄλλοις ἴσον, ἆρα οὐκ ἀνάγκη καὶ τἆλλα ἐκείνῳ μὴ ἴσα εἶναι;ἀνάγκη.τὰ δὲ μὴ ἴσα οὐκ ἄνισα;ναί.τὰ δὲ ἄνισα οὐ τῷ ἀνίσῳ ἄνισα;πῶς δ᾽ οὔ;καὶ ἀνισότητος δὴ μετέχει τὸ ἕν,
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.