[139ε]
πάνυ γε.εἰ ἄρα τὸ ἓν ἑαυτῷ ταὐτὸν ἔσται, οὐχ ἓν ἑαυτῷ ἔσται: καὶ οὕτω ἓν ὂν οὐχ ἓν ἔσται. ἀλλὰ μὴν τοῦτό γε ἀδύνατον: ἀδύνατον ἄρα καὶ τῷ ἑνὶ ἢ ἑτέρου ἕτερον εἶναι ἢ ἑαυτῷ ταὐτόν.ἀδύνατον.οὕτω δὴ ἕτερόν γε ἢ ταὐτὸν τὸ ἓν οὔτ᾽ ἂν αὑτῷ οὔτ᾽ ἂν ἑτέρῳ εἴη.οὐ γὰρ οὖν.οὐδὲ μὴν ὅμοιόν τινι ἔσται οὐδ᾽ ἀνόμοιον οὔτε αὑτῷ οὔτε ἑτέρῳ.τί δή;ὅτι τὸ ταὐτόν που πεπονθὸς ὅμοιον.ναί.τοῦ δέ γε ἑνὸς χωρὶς ἐφάνη τὴν φύσιν τὸ ταὐτόν.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.