[139α]
τῳ γιγνόμενον χώραν ἀλλάττει, οὔτ᾽ ἐν τῷ αὐτῷ περιφερόμενον οὔτε ἀλλοιούμενον.οὐκ ἔοικε.κατὰ πᾶσαν ἄρα κίνησιν τὸ ἓν ἀκίνητον.ἀκίνητον.ἀλλὰ μὴν καὶ εἶναί γέ φαμεν ἔν τινι αὐτὸ ἀδύνατον.φαμὲν γάρ.οὐδ᾽ ἄρα ποτὲ ἐν τῷ αὐτῷ ἐστιν.τί δή;ὅτι ἤδη ἂν ἐν ἐκείνῳ εἴη ἐν ᾧ τῷ αὐτῷ ἐστιν.πάνυ μὲν οὖν.ἀλλ᾽ οὔτε ἐν αὑτῷ οὔτε ἐν ἄλλῳ οἷόν τε ἦν αὐτῷ ἐνεῖναι.οὐ γὰρ οὖν.οὐδέποτε ἄρα ἐστὶ τὸ ἓν ἐν τῷ αὐτῷ.οὐκ ἔοικεν.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.