[308β]
Νεώτερος Σωκράτης
ἔστι καὶ ταῦτα.Ξένος
πῶς οὖν μὴ φῶμεν ἐν τούτοις ἀμφότερα ταῦτα τὰ γένη πολλὴν πρὸς ἄλληλα ἀεὶ καὶ τὴν μεγίστην ἴσχειν ἔχθραν καὶ στάσιν;Νεώτερος Σωκράτης
οὐδαμῶς ὡς οὐ φήσομεν.Ξένος
οὐκοῦν ὅπερ ἐπεσκοποῦμεν κατ᾽ ἀρχὰς ἀνηυρήκαμεν, ὅτι μόρια ἀρετῆς οὐ σμικρὰ ἀλλήλοις διαφέρεσθον φύσει καὶ δὴ καὶ τοὺς ἴσχοντας δρᾶτον τὸ αὐτὸ τοῦτο;Νεώτερος Σωκράτης
κινδυνεύετον.Ξένος
τόδε τοίνυν αὖ λάβωμεν.Νεώτερος Σωκράτης
τὸ ποῖον;