[265ε]
Ξένος
ὅτι τὸ μὲν τῶν ἵππων καὶ ὄνων πέφυκεν ἐξ ἀλλήλων γεννᾶν.Νεώτερος Σωκράτης
ναί.Ξένος
τὸ δέ γε λοιπὸν ἔτι τῆς λείας ἀγέλης τῶν ἡμέρων ἀμιγὲς γένει πρὸς ἄλληλα.Νεώτερος Σωκράτης
πῶς δ᾽ οὔ;Ξένος
τί δ᾽; ὁ πολιτικὸς ἄρ᾽ ἐπιμέλειαν ἔχειν φαίνεται πότερα κοινογενοῦς φύσεως ἤ τινος ἰδιογενοῦς;Νεώτερος Σωκράτης
δῆλον ὅτι τῆς ἀμείκτου.Ξένος
ταύτην δὴ δεῖ καθάπερ τὰ ἔμπροσθεν, ὡς ἔοικεν, ἡμᾶς δίχα διαστέλλειν.Νεώτερος Σωκράτης
δεῖ γὰρ οὖν.