[258β]
Ξένος
οὐ τὰ σὰ κωλύειν φαίνεται, δεῖ δὲ ἴσως ἔτι ἧττον τἀμὰ διακωλύειν. ἀλλὰ δὴ μετὰ τὸν σοφιστὴν ἀναγκαῖον, ὡς ἐμοὶ φαίνεται, πολιτικὸν τὸν ἄνδρα διαζητεῖν νῷν: καί μοι λέγε πότερον τῶν ἐπιστημόνων τιν᾽ ἡμῖν καὶ τοῦτον θετέον, ἢ πῶς;Νεώτερος Σωκράτης
οὕτως.Ξένος
τὰς ἐπιστήμας ἄρα διαληπτέον, ὥσπερ ἡνίκα τὸν πρότερον ἐσκοποῦμεν;Νεώτερος Σωκράτης
τάχ᾽ ἄν.Ξένος
οὐ μὲν δὴ κατὰ ταὐτόν γε, ὦ Σώκρατες, φαίνεταί μοι τμῆμα.Νεώτερος Σωκράτης
τί μήν;