[267α]
Ξένος
τὸ τοίνυν φανταστικὸν αὖθις διορίζωμεν δίχα.Θεαίτητος
πῇ;Ξένος
τὸ μὲν δι᾽ ὀργάνων γιγνόμενον, τὸ δὲ αὐτοῦ παρέχοντος ἑαυτὸν ὄργανον τοῦ ποιοῦντος τὸ φάντασμα.Θεαίτητος
πῶς φῄς;Ξένος
ὅταν οἶμαι τὸ σὸν σχῆμά τις τῷ ἑαυτοῦ χρώμενος σώματι προσόμοιον ἢ φωνὴν φωνῇ φαίνεσθαι ποιῇ, μίμησις τοῦτο τῆς φανταστικῆς μάλιστα κέκληταί που.Θεαίτητος
ναί.Ξένος
μιμητικὸν δὴ τοῦτο αὐτῆς προσειπόντες ἀπονειμώμεθα: τὸ δ᾽ ἄλλο πᾶν ἀφῶμεν μαλακισθέντες καὶ παρέντες