[247δ]
σμικρὸν ἐθέλουσι τῶν ὄντων συγχωρεῖν ἀσώματον, ἐξαρκεῖ. τὸ γὰρ ἐπί τε τούτοις ἅμα καὶ ἐπ᾽ ἐκείνοις ὅσα ἔχει σῶμα συμφυὲς γεγονός, εἰς ὃ βλέποντες ἀμφότερα εἶναι λέγουσι, τοῦτο αὐτοῖς ῥητέον. τάχ᾽ οὖν ἴσως ἂν ἀποροῖεν: εἰ δή τι τοιοῦτον πεπόνθασι, σκόπει, προτεινομένων ἡμῶν, ἆρ᾽ ἐθέλοιεν ἂν δέχεσθαι καὶ ὁμολογεῖν τοιόνδ᾽ εἶναι τὸ ὄν.Θεαίτητος
τὸ ποῖον δή; λέγε, καὶ τάχα εἰσόμεθα.Ξένος
λέγω δὴ τὸ καὶ ὁποιανοῦν τινα κεκτημένον δύναμιν
τὸ ποῖον δή; λέγε, καὶ τάχα εἰσόμεθα.Ξένος
λέγω δὴ τὸ καὶ ὁποιανοῦν τινα κεκτημένον δύναμιν