[240δ]
Ξένος
ὅταν περὶ τὸ φάντασμα αὐτὸν ἀπατᾶν φῶμεν καὶ τὴν τέχνην εἶναί τινα ἀπατητικὴν αὐτοῦ, τότε πότερον ψευδῆ δοξάζειν τὴν ψυχὴν ἡμῶν φήσομεν ὑπὸ τῆς ἐκείνου τέχνης, ἢ τί ποτ᾽ ἐροῦμεν;Θεαίτητος
τοῦτο: τί γὰρ ἂν ἄλλο εἴπαιμεν;Ξένος
ψευδὴς δ᾽ αὖ δόξα ἔσται τἀναντία τοῖς οὖσι δοξάζουσα, ἢ πῶς;Θεαίτητος
οὕτως: τἀναντία.Ξένος
λέγεις ἄρα τὰ μὴ ὄντα δοξάζειν τὴν ψευδῆ δόξαν;Θεαίτητος
ἀνάγκη.