[229β]
Ξένος
φέρε δή: διδασκαλικῆς δὲ ἆρα ἓν μόνον γένος φατέον εἶναι ἢ πλείω, δύο δέ τινε αὐτῆς εἶναι μεγίστω; σκόπει.Θεαίτητος
σκοπῶ.Ξένος
καί μοι δοκοῦμεν τῇδε ἄν πῃ τάχιστα εὑρεῖν.Θεαίτητος
πῇ;Ξένος
τὴν ἄγνοιαν ἰδόντες εἴ πῃ κατὰ μέσον αὑτῆς τομὴν ἔχει τινά. διπλῆ γὰρ αὕτη γιγνομένη δῆλον ὅτι καὶ τὴν διδασκαλικὴν δύο ἀναγκάζει μόρια ἔχειν, ἓν ἐφ᾽ ἑνὶ γένει τῶν αὑτῆς ἑκατέρῳ.Θεαίτητος
τί οὖν; καταφανές πῄ σοι τὸ νῦν ζητούμενον;