previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[202α] ἂν οὐσίαν μὴ οὐσίαν αὐτῷ προστίθεσθαι, δεῖν δὲ οὐδὲν προσφέρειν, εἴπερ αὐτὸ ἐκεῖνο μόνον τις ἐρεῖ. ἐπεὶ οὐδὲ τὸαὐτὸοὐδὲ τὸἐκεῖνοοὐδὲ τὸἕκαστονοὐδὲ τὸμόνονοὐδὲτοῦτοπροσοιστέον οὐδ᾽ ἄλλα πολλὰ τοιαῦτα: ταῦτα μὲν γὰρ περιτρέχοντα πᾶσι προσφέρεσθαι, ἕτερα ὄντα ἐκείνων οἷς προστίθεται, δεῖν δέ, εἴπερ ἦν δυνατὸν αὐτὸ λέγεσθαι καὶ εἶχεν οἰκεῖον αὑτοῦ λόγον, ἄνευ τῶν ἄλλων ἁπάντων λέγεσθαι. νῦν δὲ ἀδύνατον εἶναι [202β] ὁτιοῦν τῶν πρώτων ῥηθῆναι λόγῳ: οὐ γὰρ εἶναι αὐτῷ ἀλλ᾽ ὀνομάζεσθαι μόνονὄνομα γὰρ μόνον ἔχειντὰ δὲ ἐκ τούτων ἤδη συγκείμενα, ὥσπερ αὐτὰ πέπλεκται, οὕτω καὶ τὰ ὀνόματα αὐτῶν συμπλακέντα λόγον γεγονέναι: ὀνομάτων γὰρ συμπλοκὴν εἶναι λόγου οὐσίαν. οὕτω δὴ τὰ μὲν στοιχεῖα ἄλογα καὶ ἄγνωστα εἶναι, αἰσθητὰ δέ: τὰς δὲ συλλαβὰς γνωστάς τε καὶ ῥητὰς καὶ ἀληθεῖ δόξῃ δοξαστάς. ὅταν μὲν οὖν ἄνευ λόγου τὴν ἀληθῆ δόξαν τινός τις λάβῃ, [202ξ] ἀληθεύειν μὲν αὐτοῦ τὴν ψυχὴν περὶ αὐτό, γιγνώσκειν δ᾽ οὔ: τὸν γὰρ μὴ δυνάμενον δοῦναί τε καὶ δέξασθαι λόγον ἀνεπιστήμονα εἶναι περὶ τούτου: προσλαβόντα δὲ λόγον δυνατόν τε ταῦτα πάντα γεγονέναι καὶ τελείως πρὸς ἐπιστήμην ἔχειν. οὕτως σὺ τὸ ἐνύπνιον ἄλλως ἀκήκοας;

Θεαίτητος
οὕτω μὲν οὖν παντάπασιν.

Σωκράτης
ἀρέσκει οὖν σε καὶ τίθεσαι ταύτῃ, δόξαν ἀληθῆ μετὰ λόγου ἐπιστήμην εἶναι;

Θεαίτητος
κομιδῇ μὲν οὖν. [202δ]

Σωκράτης
ἆρ᾽, Θεαίτητε, νῦν οὕτω τῇδε τῇ ἡμέρᾳ εἰλήφαμεν πάλαι καὶ πολλοὶ τῶν σοφῶν ζητοῦντες πρὶν εὑρεῖν κατεγήρασαν;

Θεαίτητος
ἐμοὶ γοῦν δοκεῖ, Σώκρατες, καλῶς λέγεσθαι τὸ νῦν ῥηθέν.

Σωκράτης
καὶ εἰκός γε αὐτὸ τοῦτο οὕτως ἔχειν: τίς γὰρ ἂν καὶ ἔτι ἐπιστήμη εἴη χωρὶς τοῦ λόγου τε καὶ ὀρθῆς δόξης; ἓν μέντοι τί με τῶν ῥηθέντων ἀπαρέσκει.

Θεαίτητος
τὸ ποῖον δή;

Σωκράτης
καὶ δοκεῖ λέγεσθαι κομψότατα, ὡς τὰ μὲν [202ε] στοιχεῖα ἄγνωστα, τὸ δὲ τῶν συλλαβῶν γένος γνωστόν.

Θεαίτητος
οὐκοῦν ὀρθῶς;

Σωκράτης
ἰστέον δή: ὥσπερ γὰρ ὁμήρους ἔχομεν τοῦ λόγου τὰ παραδείγματα οἷς χρώμενος εἶπε πάντα ταῦτα.

Θεαίτητος
ποῖα δή;

Σωκράτης
τὰ τῶν γραμμάτων στοιχεῖά τε καὶ συλλαβάς. οἴει ἄλλοσέ ποι βλέποντα ταῦτα εἰπεῖν τὸν εἰπόντα λέγομεν;

Θεαίτητος
οὔκ, ἀλλ᾽ εἰς ταῦτα.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1921)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: