[177δ]
παντὸς μᾶλλον ἃ ἂν θῆται πόλις δόξαντα αὑτῇ, ταῦτα καὶ ἔστι δίκαια τῇ θεμένῃ, ἕωσπερ ἂν κέηται: περὶ δὲ τἀγαθὰ οὐδένα ἀνδρεῖον ἔθ᾽ οὕτως εἶναι ὥστε τολμᾶν διαμάχεσθαι ὅτι καὶ ἃ ἂν ὠφέλιμα οἰηθεῖσα πόλις ἑαυτῇ θῆται, καὶ ἔστι τοσοῦτον χρόνον ὅσον ἂν κέηται ὠφέλιμα, πλὴν εἴ τις τὸ ὄνομα λέγοι: τοῦτο δέ που σκῶμμ᾽ ἂν εἴη πρὸς ὃ λέγομεν. ἢ οὐχί;Θεόδωρος
πάνυ γε.
πάνυ γε.