[152ε]
ἔστι μὲν γὰρ οὐδέποτ᾽ οὐδέν, ἀεὶ δὲ γίγνεται. καὶ περὶ τούτου πάντες ἑξῆς οἱ σοφοὶ πλὴν Παρμενίδου συμφερέσθων, Πρωταγόρας τε καὶ Ἡράκλειτος καὶ Ἐμπεδοκλῆς, καὶ τῶν ποιητῶν οἱ ἄκροι τῆς ποιήσεως ἑκατέρας, κωμῳδίας μὲν Ἐπίχαρμος, τραγῳδίας δὲ Ὅμηρος, ὃς εἰπών—“Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν
”Hom. Il. 14.201, 302.πάντα εἴρηκεν ἔκγονα ῥοῆς τε καὶ κινήσεως: ἢ οὐ δοκεῖ τοῦτο λέγειν;Θεαίτητος
ἔμοιγε.
”Hom. Il. 14.201, 302.πάντα εἴρηκεν ἔκγονα ῥοῆς τε καὶ κινήσεως: ἢ οὐ δοκεῖ τοῦτο λέγειν;Θεαίτητος
ἔμοιγε.