previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[149α]

Σωκράτης
εἶτα, καταγέλαστε, οὐκ ἀκήκοας ὡς ἐγώ εἰμι ὑὸς μαίας μάλα γενναίας τε καὶ βλοσυρᾶς, Φαιναρέτης;

Θεαίτητος
ἤδη τοῦτό γε ἤκουσα.

Σωκράτης
ἆρα καὶ ὅτι ἐπιτηδεύω τὴν αὐτὴν τέχνην ἀκήκοας;

Θεαίτητος
οὐδαμῶς.

Σωκράτης
ἀλλ᾽ εὖ ἴσθ᾽ ὅτι: μὴ μέντοι μου κατείπῃς πρὸς τοὺς ἄλλους. λέληθα γάρ, ἑταῖρε, ταύτην ἔχων τὴν τέχνην: οἱ δέ, ἅτε οὐκ εἰδότες, τοῦτο μὲν οὐ λέγουσι περὶ ἐμοῦ, ὅτι δὲ ἀτοπώτατός εἰμι καὶ ποιῶ τοὺς ἀνθρώπους ἀπορεῖν. καὶ τοῦτο ἀκήκοας; [149β]

Θεαίτητος
ἔγωγε.

Σωκράτης
εἴπω οὖν σοι τὸ αἴτιον;

Θεαίτητος
πάνυ μὲν οὖν.

Σωκράτης
ἐννόησον δὴ τὸ περὶ τὰς μαίας ἅπαν ὡς ἔχει, καὶ ῥᾷον μαθήσῃ βούλομαι. οἶσθα γάρ που ὡς οὐδεμία αὐτῶν ἔτι αὐτὴ κυϊσκομένη τε καὶ τίκτουσα ἄλλας μαιεύεται, ἀλλ᾽ αἱ ἤδη ἀδύνατοι τίκτειν.

Θεαίτητος
πάνυ μὲν οὖν.

Σωκράτης
αἰτίαν δέ γε τούτου φασὶν εἶναι τὴν Ἄρτεμιν, ὅτι ἄλοχος οὖσα τὴν λοχείαν εἴληχε. στερίφαις μὲν οὖν ἄρα [149ξ] οὐκ ἔδωκε μαιεύεσθαι, ὅτι ἀνθρωπίνη φύσις ἀσθενεστέρα λαβεῖν τέχνην ὧν ἂν ἄπειρος: ταῖς δὲ δι᾽ ἡλικίαν ἀτόκοις προσέταξε τιμῶσα τὴν αὑτῆς ὁμοιότητα.

Θεαίτητος
εἰκός.

Σωκράτης
οὐκοῦν καὶ τόδε εἰκός τε καὶ ἀναγκαῖον, τὰς κυούσας καὶ μὴ γιγνώσκεσθαι μᾶλλον ὑπὸ τῶν μαιῶν τῶν ἄλλων;

Θεαίτητος
πάνυ γε.

Σωκράτης
καὶ μὴν καὶ διδοῦσαί γε αἱ μαῖαι φαρμάκια καὶ [149δ] ἐπᾴδουσαι δύνανται ἐγείρειν τε τὰς ὠδῖνας καὶ μαλθακωτέρας ἂν βούλωνται ποιεῖν, καὶ τίκτειν τε δὴ τὰς δυστοκούσας, καὶ ἐὰννέον ὂνδόξῃ ἀμβλίσκειν, ἀμβλίσκουσιν;

Θεαίτητος
ἔστι ταῦτα.

Σωκράτης
ἆρ᾽ οὖν ἔτι καὶ τόδε αὐτῶν ᾔσθησαι, ὅτι καὶ προμνήστριαί εἰσι δεινόταται, ὡς πάσσοφοι οὖσαι περὶ τοῦ γνῶναι ποίαν χρὴ ποίῳ ἀνδρὶ συνοῦσαν ὡς ἀρίστους παῖδας τίκτειν;

Θεαίτητος
οὐ πάνυ τοῦτο οἶδα.

Σωκράτης
ἀλλ᾽ ἴσθ᾽ ὅτι ἐπὶ τούτῳ μεῖζον φρονοῦσιν ἐπὶ [149ε] τῇ ὀμφαλητομίᾳ. ἐννόει γάρ: τῆς αὐτῆς ἄλλης οἴει τέχνης εἶναι θεραπείαν τε καὶ συγκομιδὴν τῶν ἐκ γῆς καρπῶν καὶ αὖ τὸ γιγνώσκειν εἰς ποίαν γῆν ποῖον φυτόν τε καὶ σπέρμα καταβλητέον;

Θεαίτητος
οὔκ, ἀλλὰ τῆς αὐτῆς.

Σωκράτης
εἰς γυναῖκα δέ, φίλε, ἄλλην μὲν οἴει τοῦ τοιούτου, ἄλλην δὲ συγκομιδῆς;

Θεαίτητος
οὔκουν εἰκός γε.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1921)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: