[145δ]
Σωκράτης
καὶ τῶν περὶ ἀστρονομίαν τε καὶ ἁρμονίας καὶ λογισμούς;Θεαίτητος
προθυμοῦμαί γε δή.Σωκράτης
καὶ γὰρ ἐγώ, ὦ παῖ, παρά τε τούτου καὶ παρ᾽ ἄλλων οὓς ἂν οἴωμαί τι τούτων ἐπαΐειν. ἀλλ᾽ ὅμως τὰ μὲν ἄλλα ἔχω περὶ αὐτὰ μετρίως, μικρὸν δέ τι ἀπορῶ ὃ μετὰ σοῦ τε καὶ τῶνδε σκεπτέον. καί μοι λέγε: ἆρ᾽ οὐ τὸ μανθάνειν ἐστὶν τὸ σοφώτερον γίγνεσθαι περὶ ὃ μανθάνει τις;Θεαίτητος
πῶς γὰρ οὔ;Σωκράτης
σοφίᾳ δέ γ᾽ οἶμαι σοφοὶ οἱ σοφοί.Θεαίτητος
ναί.