[416δ]
Σωκράτης
τὸ οὖν ἰατρικὸν ἰατρικὰ ἐργάζεται καὶ τὸ τεκτονικὸν τεκτονικά; ἢ πῶς λέγεις;Ἑρμογένης
οὕτως ἔγωγε.Σωκράτης
καὶ τὸ καλοῦν ἄρα καλά;Ἑρμογένης
δεῖ γέ τοι.Σωκράτης
ἔστι δέ γε τοῦτο, ὥς φαμεν, διάνοια;Ἑρμογένης
πάνυ γε.Σωκράτης
ὀρθῶς ἄρα φρονήσεως αὕτη ἡ ἐπωνυμία ἐστὶν τὸ ‘καλὸν’ τῆς τὰ τοιαῦτα ἀπεργαζομένης, ἃ δὴ καλὰ φάσκοντες εἶναι ἀσπαζόμεθα.Ἑρμογένης
φαίνεται.