[403ξ]
Σωκράτης
ἐγώ σοι ἐρῶ ἅ γέ μοι φαίνεται. εἰπὲ γάρ μοι, δεσμὸς ζῴῳ ὁτῳοῦν ὥστε μένειν ὁπουοῦν, πότερος ἰσχυρότερός ἐστιν, ἀνάγκη ἢ ἐπιθυμία;Ἑρμογένης
πολὺ διαφέρει, ὦ Σώκρατες, ἡ ἐπιθυμία.Σωκράτης
οἴει οὖν τὸν Ἅιδην οὐκ ἂν πολλοὺς ἐκφεύγειν, εἰ μὴ τῷ ἰσχυροτάτῳ δεσμῷ ἔδει τοὺς ἐκεῖσε ἰόντας;Ἑρμογένης
δῆλα δή.Σωκράτης
ἐπιθυμίᾳ ἄρα τινὶ αὐτούς, ὡς ἔοικε, δεῖ, εἴπερ τῷ μεγίστῳ δεσμῷ δεῖ, καὶ οὐκ ἀνάγκῃ.Ἑρμογένης
φαίνεται.Σωκράτης
οὐκοῦν ἐπιθυμίαι αὖ πολλαί εἰσιν;Ἑρμογένης
ναί.