[398ξ]
δαίμων κατὰ τὴν τῆς φρονήσεως ἐπωνυμίαν. ταύτῃ οὖν τίθεμαι καὶ ἐγὼ τὸν δαήμονα πάντ᾽ ἄνδρα ὃς ἂν ἀγαθὸς ᾖ, δαιμόνιον εἶναι καὶ ζῶντα καὶ τελευτήσαντα, καὶ ὀρθῶς ‘δαίμονα’ καλεῖσθαι.Ἑρμογένης
καὶ ἐγώ μοι δοκῶ, ὦ Σώκρατες, τούτου πάνυ σοι σύμψηφος εἶναι. ὁ δὲ δὴ ‘ἥρως’ τί ἂν εἴη;Σωκράτης
τοῦτο δὲ οὐ πάνυ χαλεπὸν ἐννοῆσαι. σμικρὸν γὰρ παρῆκται αὐτῶν τὸ ὄνομα, δηλοῦν τὴν ἐκ τοῦ ἔρωτος γένεσιν.Ἑρμογένης
πῶς λέγεις;Σωκράτης
οὐκ οἶσθα ὅτι ἡμίθεοι οἱ ἥρωες;Ἑρμογένης
τί οὖν;