[84δ]
διελθεῖν, εἴ πῃ ὑμῖν φαίνεται βέλτιον ἂν λεχθῆναι, καὶ αὖ καὶ ἐμὲ συμπαραλαβεῖν, εἴ τι μᾶλλον οἴεσθε μετ᾽ ἐμοῦ εὐπορήσειν.καὶ ὁ Σιμμίας ἔφη: καὶ μήν, ὦ Σώκρατες, τἀληθῆ σοι ἐρῶ. πάλαι γὰρ ἡμῶν ἑκάτερος ἀπορῶν τὸν ἕτερον προωθεῖ καὶ κελεύει ἐρέσθαι διὰ τὸ ἐπιθυμεῖν μὲν ἀκοῦσαι, ὀκνεῖν δὲ ὄχλον παρέχειν, μή σοι ἀηδὲς ᾖ διὰ τὴν παροῦσαν συμφοράν.καὶ ὃς ἀκούσας ἐγέλασέν τε ἠρέμα καί φησιν: Βαβαί, ὦ Σιμμία: ἦ που χαλεπῶς ἂν τοὺς ἄλλους ἀνθρώπους πείσαιμι
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.