[61ξ]
ἄπειμι δέ, ὡς ἔοικε, τήμερον: κελεύουσι γὰρ Ἀθηναῖοι.καὶ ὁ Σιμμίας, οἷον παρακελεύῃ, ἔφη, τοῦτο, ὦ Σώκρατες, Εὐήνῳ. πολλὰ γὰρ ἤδη ἐντετύχηκα τῷ ἀνδρί: σχεδὸν οὖν ἐξ ὧν ἐγὼ ᾔσθημαι οὐδ᾽ ὁπωστιοῦν σοι ἑκὼν εἶναι πείσεται.τί δέ; ἦ δ᾽ ὅς, οὐ φιλόσοφος Εὔηνος;ἔμοιγε δοκεῖ, ἔφη ὁ Σιμμίας.ἐθελήσει τοίνυν καὶ Εὔηνος καὶ πᾶς ὅτῳ ἀξίως τούτου τοῦ πράγματος μέτεστιν. οὐ μέντοι ἴσως βιάσεται αὑτόν: οὐ γάρ φασι θεμιτὸν εἶναι. καὶ ἅμα λέγων ταῦτα καθῆκε
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.